Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.401 Joseph. BJ 6.408 (English) >>Joseph. BJ 6.415

6.405πολλὰς δὲ κεραΐζοντες ὁπότʼ ἔνδον παρέλθοιεν ἐφʼ ἁρπαγήν, γενεὰς ὅλας νεκρῶν κατελάμβανον καὶ τὰ δωμάτια πλήρη τῶν τοῦ λιμοῦ πτωμάτων, ἔπειτα πρὸς τὴν ὄψιν πεφρικότες κεναῖς χερσὶν ἐξῄεσαν. 6.406οὐ μὴν οἰκτείροντες τοὺς οὕτως ἀπολωλότας ταὐτὸ καὶ πρὸς τοὺς ζῶντας ἔπασχον, ἀλλὰ τὸν ἐντυγχάνοντα διελαύνοντες ἀπέφραξαν μὲν τοὺς στενωποὺς νεκροῖς, αἵματι δὲ ὅλην τὴν πόλιν κατέκλυσαν, ὡς πολλὰ καὶ τῶν φλεγομένων σβεσθῆναι τῷ φόνῳ. 6.407καὶ οἱ μὲν κτείνοντες

-- --

ἐπαύσαντο πρὸς ἑσπέραν, ἐν δὲ τῇ νυκτὶ τὸ πῦρ ἐπεκράτει, φλεγομένοις δʼ ἐπανέτειλεν Ἱεροσολύμοις ἡμέρα Γορπιαίου μηνὸς ὀγδόη, 6.408πόλει τοσαύταις χρησαμένῃ συμφοραῖς κατὰ τὴν πολιορκίαν, ὅσοις ἀπὸ κτίσεως ἀγαθοῖς κεχρημένη πάντως ἂν ἐπίφθονος ἔδοξεν, οὐ μὴν ἀξίᾳ κατʼ ἄλλο τι τῶν τηλικούτων ἀτυχημάτων τὸ γενεὰν τοιαύτην ἐνεγκεῖν, ὑφʼ ἧς ἀνετράπη. 6.409

Παρελθὼν δὲ Τίτος εἴσω τά τε ἄλλα τῆς ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἀπεθαύμασεν, οὓς οἱ τύραννοι κατὰ φρενοβλάβειαν ἀπέλιπον. 6.410κατιδὼν γοῦν τό τε ναστὸν αὐτῶν ὕψος καὶ τὸ μέγεθος ἑκάστης πέτρας τήν τε ἀκρίβειαν τῆς ἁρμονίας, καὶ ὅσοι μὲν εὖρος ἡλίκοι δὲ ἦσαν τὴν ἀνάστασιν, 6.411σὺν θεῷ γε ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς ἦν τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών, ἐπεὶ χεῖρες ἀνθρώπων μηχαναὶ τί πρὸς τούτους τοὺς



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.401 Joseph. BJ 6.408 (English) >>Joseph. BJ 6.415

Powered by PhiloLogic